Ἰδού ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός καί μακάριος ὁ δοῦλος, ὅν εὑρήσει γρηγοροῦντα·ἀνάξιος δέ πάλιν, ὅν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μή τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μή τῷ θανάτῳ παραδοθῇς, καί τῆς Βασιλείας ἔξω κλεισθῇς· ἀλλά ἀνάνηψον κράζουσα· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός ἡμῶν, προστασίαις τῶν ἀσωμάτων, σῶσον ἡμᾶς.
2.Τον νυμφώνα σου βλέπω (Μ.ΔΕΥΤΕΡΑ)
2.Τον νυμφώνα σου βλέπω (Μ.ΔΕΥΤΕΡΑ)
Tον νυμφώνα σου βλέπω, Σωτήρ μου, κεκοσμημένον και ένδυμα ουκ έχω, ίνα εισέλθω εν αυτώ· λάμπρυνόν μου την στολήν της ψυχής, Φωτοδότα και σώσον με.
Το τροπάριο της Κασσιανής
3.Μεγαλη Τρίτη (Μ.ΤΡΙΤΗ)
Το τροπάριο της Κασσιανής
- Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή,
- τὴν σὴν αἰσθομένη θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν,
- ὀδυρομένη, μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει.
- Οἴμοι! λέγουσα, ὅτι νύξ μοι ὑπάρχει, οἶστρος ἀκολασίας,
- ζοφώδης τε καὶ ἀσέληνος ἔρως τῆς ἁμαρτίας.
- Δέξαι μου τὰς πηγὰς τῶν δακρύων,
- ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ
- κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας,
- ὁ κλίνας τοὺς οὐρανοὺς τῇ ἀφάτῳ σου κενώσει.
- Καταφιλήσω τοὺς ἀχράντους σου πόδας,
- ἀποσμήξω τούτους δὲ πάλιν τοῖς τῆς κεφαλῆς μου βοστρύχοις
- ὧν ἐν τῷ παραδείσῳ Εὔα τὸ δειλινόν,
- κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη.
- Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους
- τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου;
- Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.
- ΠΕΡΙΣΣΟΤΕΡΑ
ΠΕΡΙΣΣΟΤΕΡΑ ΕΔΩ
5.Σήμερον κρεμάται επί ξύλου - Νεοχωρίτης Παναγιώτης (Μ.ΠΕΜΠΤΗ)
«Σήμερον κρεμάται επί ξύλου» τροπάριο: Στίχοι
Σήμερον κρεμάται επί ξύλου,
ο εν ύδασι την γην κρεμάσας.
Στέφανον εξ ακανθών περιτίθεται,
ο των αγγέλων βασιλεύς.
Ψευδή πορφύραν περιβάλλεται,
ο περιβάλλων τον ουρανόν εν νεφέλαις.
Ράπισμα κατεδέξατο,
ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ.
Ήλοις προσηλώθη, ο νυμφίος της Εκκλησίας.
Λόγχη εκεντήθη, ο υιός της Παρθένου.
Προσκυνούμεν σου τα Πάθη, Χριστέ.
Δείξον ημίν και την ένδοξόν σου Ανάστασιν.
5.Σήμερον κρεμάται επί ξύλου - Νεοχωρίτης Παναγιώτης (Μ.ΠΕΜΠΤΗ)
«Σήμερον κρεμάται επί ξύλου» τροπάριο: Στίχοι
Σήμερον κρεμάται επί ξύλου,
ο εν ύδασι την γην κρεμάσας.
Στέφανον εξ ακανθών περιτίθεται,
ο των αγγέλων βασιλεύς.
Ψευδή πορφύραν περιβάλλεται,
ο περιβάλλων τον ουρανόν εν νεφέλαις.
Ράπισμα κατεδέξατο,
ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ.
Ήλοις προσηλώθη, ο νυμφίος της Εκκλησίας.
Λόγχη εκεντήθη, ο υιός της Παρθένου.
Προσκυνούμεν σου τα Πάθη, Χριστέ.
Δείξον ημίν και την ένδοξόν σου Ανάστασιν.
6.Η ΖΩΗ ΕΝ ΤΑΦΩ, ΑΞΙΟΝ ΕΣΤΙ, ΑΙ ΓΕΝΕΑΙ ΠΑΣΑΙ (Μ.ΠΑΡΑΣΚΕΥΗ)












.png)
.jpeg)
.jpg)